Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 35.13 Dem. 35.17 (English) >>Dem. 35.20

35.15κατὰ τὴν συγγραφὴν ταύτην, ἄνδρες δικασταί, ἐδάνεισα τὰ χρήματα Ἀρτέμωνι τῷ τούτου ἀδελφῷ, κελεύοντος τούτου καὶ ἀναδεχομένου ἅπαντα ἔσεσθαί μοι τὰ δίκαια κατὰ τὴν συγγραφήν, καθʼ ἣν ἐδάνεισα τούτου αὐτοῦ γράφοντος καὶ συσσημηναμένου, ἐπειδὴ ἐγράφη. οἱ μὲν γὰρ ἀδελφοὶ οἱ τούτου ἔτι νεώτεροι ἦσαν, μειράκια κομιδῇ, οὑτοσὶ δὲ Λάκριτος Φασηλίτης, μέγα πρᾶγμα, Ἰσοκράτους μαθητής· 35.16οὗτος ἦν πάντα διοικῶν, καὶ ἑαυτῷ με τὸν νοῦν προσέχειν ἐκέλευεν· αὐτὸς γὰρ ἔφη ποιήσειν μοι τὰ δίκαια ἅπαντα καὶ ἐπιδημήσειν Ἀθήνησιν, τὸν δὲ ἀδελφὸν τὸν ἑαυτοῦ Ἀρτέμωνα πλεύσεσθαι ἐπὶ τοῖς χρήμασιν. καὶ τότε μέν, ἄνδρες δικασταί, ὅτʼ ἐβούλετο τὰ χρήματα λαβεῖν παρʼ ἡμῶν, καὶ ἀδελφὸς ἔφη εἶναι καὶ κοινωνὸς τοῦ Ἀρτέμωνος, καὶ λόγους θαυμασίως ὡς πιθανοὺς ἔλεγεν· 35.17ἐπειδὴ δὲ τάχιστα ἐγκρατεῖς ἐγένοντο τοῦ ἀργυρίου, τοῦτο μὲν διενείμαντο καὶ ἐχρῶντο τι ἐδόκει τούτοις, κατὰ δὲ τὴν συγγραφὴν τὴν ναυτικήν, καθʼ ἣν ἔλαβον τὰ χρήματα, οὔτε μέγα οὔτε μικρὸν ἔπραττον, ὡς αὐτὸ τὸ ἔργον ἐδήλωσεν. οὑτοσὶ δὲ Λάκριτος ἁπάντων ἦν τούτων ἐξηγητής. καθʼ ἕκαστον δὲ τῶν γεγραμμένων ἐν τῇ συγγραφῇ ἐπιδείξω τούτους οὐδʼ ὁτιοῦν πεποιηκότας ὑγιές.

35.18πρῶτον μὲν γὰρ γέγραπται ὅτι ἐπʼ οἴνου κεραμίοις τρισχιλίοις ἐδανείζοντο παρʼ ἡμῶν τὰς τριάκοντα μνᾶς, ὡς ὑπαρχούσης αὐτοῖς ὑποθήκης ἑτέρων τριάκοντα μνῶν, ὥστε εἰς τάλαντον ἀργυρίου τὴν τιμὴν εἶναι τοῦ οἴνου καθισταμένην, σὺν τοῖς ἀναλώμασιν, ὅσα ἔδει ἀναλίσκεσθαι εἰς τὴν κατασκευὴν τὴν περὶ τὸν οἶνον· τὰ δὲ τρισχίλια κεράμια ἄγεσθαι ταῦτα εἰς τὸν Πόντον ἐν τῇ εἰκοσόρῳ ἣν Ὑβλήσιος ἐναυκλήρει.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 35.13 Dem. 35.17 (English) >>Dem. 35.20

Powered by PhiloLogic